Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.102 Dem. 23.105 (English) >>Dem. 23.108

23.104ἵνα δὲ μὴ πάνυ θαυμάζητʼ εἰ τὰ παρʼ ὑμῖν ψηφίσματα τηλικαύτην ἔχει δύναμιν, γεγονὸς καὶ πάντες ἐπίστασθε πρᾶγμʼ ὑμᾶς ὑπομνήσω. ὅτε Μιλτοκύθης ἀπέστη Κότυος, συχνὸν ἤδη χρόνον ὄντος τοῦ πολέμου, καὶ ἀπηλλαγμένου μὲν Ἐργοφίλου, μέλλοντος δʼ Αὐτοκλέους ἐκπλεῖν στρατηγοῦ, ἐγράφη τι παρʼ ὑμῖν ψήφισμα τοιοῦτον, διʼ οὗ Μιλτοκύθης μὲν ἀπῆλθε φοβηθεὶς καὶ νομίσας ὑμᾶς οὐ προσέχειν αὐτῷ, Κότυς δʼ ἐγκρατὴς τοῦ τʼ ὄρους τοῦ ἱεροῦ καὶ τῶν θησαυρῶν ἐγένετο. καὶ γάρ τοι μετὰ ταῦτʼ, ἄνδρες Ἀθηναῖοι, Αὐτοκλῆς μὲν ἐκρίνεθʼ ὡς ἀπολωλεκὼς Μιλτοκύθην, οἱ δὲ χρόνοι κατὰ τοῦ τὸ ψήφισμʼ εἰπόντος τῆς γραφῆς ἐξεληλύθεσαν, τὰ δὲ πράγματʼ ἀπωλώλει τῇ πόλει. 23.105εὖ τοίνυν ἴσθʼ ὅτι καὶ νῦν, εἰ μὴ λύσετε τὸ ψήφισμα τοδί, καὶ τοῖς βασιλεῦσι θαυμαστὴ γενήσεται διʼ αὔτʼ ἀθυμία καὶ τοῖς στρατηγοῖς αὐτῶν· ὅλως γὰρ ἡγήσονται παρεῶσθαι μὲν αὐτοί, πρὸς Κερσοβλέπτην δʼ ἀποκλίνειν ὑμᾶς. εἰ δʼ ἐκ τοῦ ταῦτα γνῶναι παραχωρήσονται τῆς ἀρχῆς ἐπὶ καιροῦ τινος αὐτοῖς ἐπιθεμένου τοῦ Κερσοβλέπτου, πάλιν ὁρᾶτε τί συμβήσεται. 23.106φέρε γὰρ πρὸς θεῶν, ἂν ἡμᾶς ἀδικῇ Κερσοβλέπτης, μᾶλλον ἐλπὶς μὴ δυνηθέντα ποιῆσαι, οὐκ ἐπʼ ἐκείνους ἴμεν καὶ διʼ ἐκείνων ἀσθενῆ ποιεῖν αὐτὸν ζητήσομεν; ἂν οὖν εἴπωσʼ ἡμῖν ὅτιὑμεῖς, ἄνδρες Ἀθηναῖοι, οὐ μόνον ἡμῖν ἀδικουμένοις οὐκ ἐβοηθήσατε, ἀλλὰ καὶ φόβον, ἂν ὑπὲρ ἡμῶν αὐτῶν ἀμυνώμεθα, θαυμαστὸν παρεστήσατε, ψήφισμα ποιησάμενοι, τὸν ἐναντία τοῖς ὑμῖν συμφέρουσι καὶ ἡμῖν πράττοντʼ ἐάν τις ἀποκτείνῃ, ἀγώγιμον εἶναι· οὔκουν ἐστὲ δίκαιοι βοηθοὺς καλεῖν ἡμᾶς, ἐφʼ οἷς καὶ περὶ ὑμᾶς αὐτοὺς καὶ περὶ ἡμᾶς κακῶς ἐβουλεύσασθε,” εἰπέ μοι, ταῦτʼ ἐὰν λέγωσιν, οὐ δικαιότερʼ ἡμῶν ἐροῦσιν; ἔγωγʼ οἶμαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.102 Dem. 23.105 (English) >>Dem. 23.108

Powered by PhiloLogic